ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν. Ἠλέκτρα οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς, γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι, ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ, δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας, καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους. κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν, κάματος βροτοῖσιν ἀπορία τε γίγνεται. Χορός αἰαῖ, δρομάδες ὦ πτεροφόροι ποτνιάδες θεαί, ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐν δάκρυσι καὶ γόοις, μελάγχρωτες εὐμενίδες, αἵτε τὸν ταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματος τινύμεναι δίκαν, τινύμεναι φόνον, καθικετεύομαι καθικετεύομαι, τὸν Ἀγαμέμνονος γόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσας μανιάδος φοιταλέου. φεῦ μόχθων, οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις, τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε- ξάμενος ἀνὰ δάπεδον, ἵνα μεσόμφαλοι λέγονται μυχοί. Χορός ἰὼ Ζεῦ, τίς ἔλεος, τίς ὅδʼ ἀγὼν φόνιος ἔρχεται, θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα