ἔα· τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων; ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο; ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ. σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων; αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς. μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν· σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι, ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον, τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ. οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών, πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος, εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς, ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά. καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα, ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς, σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς, ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα· ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός, σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ. εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην