βούλῃ θίγω σου κἀνακουφίσω δέμας; Ὀρέστης λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν. Ἠλέκτρα ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη. Ὀρέστης ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις. Ἠλέκτρα ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας. Ὀρέστης κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη. Ἠλέκτρα ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον, ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως. Ὀρέστης αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας· δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο. Ἠλέκτρα ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ. Ὀρέστης μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει. κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ. Ἠλέκτρα ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα, ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες. Ὀρέστης λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις· εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν. Ἠλέκτρα Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός, ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν. Ὀρέστης πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός; Ἠλέκτρα ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου — Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων. Ὀρέστης εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·