ἄνα κέλαδον ἀπὸ λέχεος ἥ- συχον ὕπνου χάριν παρέξεις, φίλα; Χορός θρόει τίς κακῶν τελευτὰ μένει. Ἠλέκτρα θανεῖν θανεῖν , τί δʼ ἄλλο; οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. Χορός πρόδηλος ἆρʼ ὁ πότμος. Ἠλέκτρα ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς μέλεον ἀπόφονον αἷμα δοὺς πατροφόνου ματρός. Χορός δίκᾳ μέν. Ἠλέκτρα καλῶς δʼ οὔ. ἔκανες ἔθανες, ὦ τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος· ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα. σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον. Χορός ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας, μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε· οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ. Ὀρέστης ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε. ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός. πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην; ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν. Ἠλέκτρα ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.