λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε. χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται. Χορός πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα· τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν; Ἠλέκτρα ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει. Χορός τί φῄς; ὦ τάλας. Ἠλέκτρα ὀλεῖς, εἰ βλέφαρα κινήσεις ὕπνου γλυκυτάταν φερομένῳ χάριν. Χορός μέλεος ἐχθίστων θεόθεν ἐργμάτων, τάλας. Ἠλέκτρα φεῦ μόχθων. ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό- φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε φόνον ὁ Λοξίας ἐμᾶς ματέρος. Χορός ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας. Ἠλέκτρα σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασʼ ἔβαλες ἐξ ὕπνου. Χορός εὕδειν μὲν οὖν ἔδοξα. Ἠλέκτρα οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις μεθεμένα κτύπου; Χορός ὑπνώσσει. Ἠλέκτρα λέγεις εὖ. πότνια, πότνια νύξ, ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν, ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον. ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς διοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγα σῖγα φυλασσομένα στόματος