ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός. ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ, ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα. ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ. Ἠλέκτρα ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν, σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας, σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή. θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ· αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα. ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος. φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται. Χορός σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης τίθετε, μὴ κτυπεῖτʼ. Ἠλέκτρα ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας. Χορός ἰδού, πείθομαι. Ἠλέκτρα ἆ ἆ σύριγγος ὅπως πνοὰ λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι. Χορός ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω βοάν. Ἠλέκτρα ναί, οὕτως· κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι·