τὰ τοῦ δράματος πρόσωπα Ἠλέκτρα Ἑλένη Χορός Ὀρέστης Μενέλαος Τυνδάρεως Πυλάδης Ἄγγελος Ἑρμιόνη Φρύξ Ἀπόλλων Ἠλέκτρα Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις. ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας — Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην, ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον, ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ, ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ θέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ; ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς. Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας· ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο. γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ· ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς, Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ, ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης, ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν. Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν; πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατο