χρημάτων δὲ τίς πόρος; Κρέων ἐγὼ πορεύσω χρυσόν. Μενοικεύς εὖ λέγεις, πάτερ. χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών, ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω, μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς — προσηγορήσων εἶμι καὶ σῴσων βίον. ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. — γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν· ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης, καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει, προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο. ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός. αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν, πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ· ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι. μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον, ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο. ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο, ἐλευθερώσω γαῖαν· εἴρηται λόγος.