χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα. Χορός Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας; κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα. Κρέων τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι. ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς, ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει. πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος, οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν. μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα. αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου — θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον. ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα, φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός· λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών· κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία· ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. Μενοικεύς ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων; Κρέων ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ. Μενοικεύς οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ. Κρέων Δελφοὺς περάσας — Μενοικεύς ποῖ με χρή, πάτερ, μολεῖν; Κρέων Αἰτωλίδʼ ἐς γῆν. Μενοικεύς ἐκ δὲ τῆσδε ποῖ περῶ; Κρέων Θεσπρωτὸν οὖδας. Μενοικεύς σεμνὰ Δωδώνης βάθρα; Κρέων ἔγνως. Μενοικεύς τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται; Κρέων πόμπιμος ὁ δαίμων.