ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν; Τειρεσίας ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων. δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη. χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς. σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο, οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι σφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος· κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος. οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν. πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών, κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν. τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον, πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ, μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ· ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον