μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα, σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα. ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί· σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον. Ἀντιγόνη ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ χεῖρʼ ἀπὸ κλιμάκων ποδὸς ἴχνος ἐπαντέλλων. Παιδαγωγός ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης· κινούμενον γὰρ τυγχάνει Πελασγικὸν στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους. Ἀντιγόνη ἰὼ πότνια παῖ Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν πεδίον ἀστράπτει. Παιδαγωγός οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων. Ἀντιγόνη ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα λαϊνέοισιν Ἀμφίονος ὀργάνοις τείχεος ἥρμοσται; Παιδαγωγός θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. Ἀντιγόνη τίς οὗτος ὁ λευκολόφας,