βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. Κρέων καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω; Τειρεσίας θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις; Κρέων ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν; Τειρεσίας κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν; Κρέων ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. Τειρεσίας ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. Κρέων ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. Τειρεσίας βούλῃ παρόντος δῆτά σοι τούτου φράσω; Κρέων κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. Τειρεσίας ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν· ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας, σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. Κρέων τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον; Τειρεσίας ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. Κρέων ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. Τειρεσίας σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. Κρέων οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις. Τειρεσίας ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν. Κρέων χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. Τειρεσίας ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς; Κρέων ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς — Τειρεσίας τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά. Κρέων σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. Τειρεσίας ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν. Κρέων τί δή με δράσεις; παῖδά μου κατακτενεῖς; Τειρεσίας ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.