θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου; ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον· πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός, ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας. ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις πόλει παρασχεῖν φάρμακον σωτηρίας — ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω; Κρέων ἐπίσχες αὐτοῦ, πρέσβυ. Τειρεσίας μὴ ʼπιλαμβάνου. Κρέων μεῖνον, τί φεύγεις; Τειρεσίας ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ. Κρέων φράσον πολίταις καὶ πόλει σωτηρίαν.