τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ, πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ. Κρέων θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον· ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ χειρὸς θυραίας ἀναμένειν κουφίσματα. Τειρεσίας εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον; Κρέων οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ. Τειρεσίας κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας· κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ· καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων. Κρέων οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη· ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ, δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα· ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα, τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν. Τειρεσίας Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν, λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν· αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ