Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα θάλλει παίδων Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν. οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν, οὐδʼ οἱ μὴ νόμιμοι παῖδες ματρὶ λόχευμα, μίασμα πατρός· ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν. Χορός ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε, βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις, τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος· Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, Δίρκα χλοεροτρόφον ᾇ πεδίον πρόπαρ Ἰσμηνοῦ καταδεύει· Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ, Καδμείων βασιλῆας ἐγείνατο, μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ- ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ Ἀρηΐοις στεφάνοισιν. Τειρεσίας ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν, πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ· κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.