ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς; οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβας κῶμον ἀναυλότατον προχορεύεις. οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων ἱππείαις ἐπὶ χεύμασι βαίνων Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας Σπαρτῶν γένναν, ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, ἀντίπαλον κατὰ λάινα τείχεα χαλκῷ κοσμήσας. ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε μήσατο πήματα γᾶς βασιλεῦσιν, Λαβδακίδαις πολυμόχθοις. Χορός ὦ ζαθέων πετάλων πολυθηρότα- τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας, ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, χρυσοδέτοις περόναις ἐπίσαμον· μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν πένθεα γαίας Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς, ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας