καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς. μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν; τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν. πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα· ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν. πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον· ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ. σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω· ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα, ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ. τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.