εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου; Κρέων εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. Ἐτεοκλῆς ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. Κρέων ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. Ἐτεοκλῆς ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ; Κρέων ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ. Ἐτεοκλῆς βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. Κρέων ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. Ἐτεοκλῆς τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν; Κρέων κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ. Ἐτεοκλῆς τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν; Κρέων μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός. Ἐτεοκλῆς τίς οὖν πρόνοια γίγνεται σοφωτέρα; Κρέων ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ — Ἐτεοκλῆς τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ. Κρέων λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις. Ἐτεοκλῆς τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ. Κρέων ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ. Ἐτεοκλῆς λόχων ἀνάσσειν ἢ μονοστόλου δορός; Κρέων λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι. Ἐτεοκλῆς ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις. Κρέων καὶ ξυστρατήγους γʼ · εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ. Ἐτεοκλῆς θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ; Κρέων ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον. Ἐτεοκλῆς ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν, ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων. ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.