πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν. καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς. Κρέων ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος. Ἐτεοκλῆς καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον· πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. Κρέων ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα. ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν· ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων. Ἐτεοκλῆς τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ. Κρέων ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. Ἐτεοκλῆς λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον; Κρέων μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν. Ἐτεοκλῆς ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει. Κρέων ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν; Ἐτεοκλῆς ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα. Κρέων σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι. Ἐτεοκλῆς ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. Κρέων ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα. Ἐτεοκλῆς θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου. Κρέων θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου. Ἐτεοκλῆς ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. Κρέων καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. Ἐτεοκλῆς βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς; Κρέων πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.