κρᾶτα φόνιον ὀλεσίθηρος ὠλένας δικὼν βολαῖς, δίας ἀμάτορος δʼ ἐς βαθυσπόρους γύας γαπετεῖς δικὼν ὀδόν- τας Παλλάδος φραδαῖσιν· ἔνθεν ἐξανῆκε γᾶ πάνοπλον ὄψιν ὑπὲρ ἄκρων ὅρων χθονός· σιδαρόφρων δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ. αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι δεῖξεν αἰθέρος πνοαῖς. Χορός καὶ σέ, τὸν προμάτορος Ἰοῦς ποτʼ ἔκγονον Ἔπαφον, ὦ Διὸς γένεθλον, ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ, ἰώ, βαρβάροις λιταῖς· βᾶθι βᾶθι τάνδε γᾶν· — σοί νιν ἔκγονοι κτίσαν καὶ διώνυμοι θεαί, Περσέφασσα καὶ φίλα Δαμάτηρ θεά, πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός, κτήσαντο — πέμπε πυρφόρους θεάς, ἄμυνε τᾷδε γᾷ· πάντα δʼ εὐπετῆ θεοῖς. Ἐτεοκλῆς χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς, λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,