ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. Ἐτεοκλῆς ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. Χορός Κάδμος ἔμολε τάνδε γᾶν Τύριος, ᾧ τετρασκελὴς μόσχος ἀδάματον πέσημα δίκε τελεσφόρον διδοῦσα χρησμόν, οὗ κατοικίσαι πεδία νιν τὸ θέσφατον πυροφόρα δόμων ἔχρη, καλλιπόταμος ὕδατος ἵνα τε νοτὶς ἐπέρχεται γύας, Δίρκας χλοηφόρους καὶ βαθυσπόρους γύας· Βρόμιον ἔνθα τέκετο μά- τηρ Διὸς γάμοισι, κισσὸς ὃν περιστεφὴς ἕλικος εὐθὺς ἔτι βρέφος χλοηφόροισιν ἔρνεσιν κατασκίοισιν ὀλβίσας ἐνώτισεν, Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι καὶ γυναιξὶν εὐίοις. Χορός ἔνθα φόνιος ἦν δράκων Ἄρεος ὠμόφρων φύλαξ νάματʼ ἔνυδρα καὶ ῥέεθρα χλοερὰ δεργμάτων κόραισι πολυπλάνοις ἐπισκοπῶν· ὃν ἐπὶ χέρνιβας μολὼν Κάδμος ὄλεσε μαρμάρῳ·