ἔξιθι χθονός. Πολυνείκης ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. Ἐτεοκλῆς οὐκ ἂν τύχοις. Πολυνείκης ἀλλὰ παρθένους ἀδελφάς. Ἐτεοκλῆς οὐδὲ τάσδʼ ὄψῃ ποτέ. Πολυνείκης ὦ κασίγνηται. Ἐτεοκλῆς τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν; Πολυνείκης μῆτερ, ἀλλά μοι σὺ χαῖρε. Ἰοκάστη χαρτὰ γοῦν πάσχω, τέκνον. Πολυνείκης οὐκέτʼ εἰμὶ παῖς σός. Ἰοκάστη ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ. Πολυνείκης ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. Ἐτεοκλῆς καὶ γὰρ ἀνθυβρίζομαι. Πολυνείκης ποῦ ποτε στήσῃ πρὸ πύργων; Ἐτεοκλῆς ὡς τί μʼ ἱστορεῖς τόδε; Πολυνείκης ἀντιτάξομαι κτενῶν σε. Ἐτεοκλῆς κἀμὲ τοῦδʼ ἔρως ἔχει. Ἰοκάστη ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα; Πολυνείκης αὐτὸ σημανεῖ. Ἰοκάστη πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς; Ἐτεοκλῆς ἐρρέτω πρόπας δόμος. Πολυνείκης ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς· κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ· οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός. καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα. οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·