ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη γένοιτο πολλῶν δεομένη σοφισμάτων· ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε. τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς, ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει· ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. Παιδαγωγός ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν