ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ. σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω· ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο, ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν. φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ — πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί; πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς; Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς ἀσπίδας ἔθηκε; μήποτʼ, ὦ τέκνον, κλέος τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν. ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ, πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς; ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν. μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν, ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν. Χορός ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε. Ἐτεοκλῆς μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία· οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις, ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός· τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα. καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. Πολυνείκης πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;