Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται. καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη; τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε; περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν. ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον· ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν. οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί, τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα· ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν. ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος. ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα, πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε; Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ, ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.