ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός, δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς, ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος. καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός, οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον, καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις, ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα. ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ. Χορός ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν. Ἐτεοκλῆς εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις· νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς, πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε. ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ· ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,