μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου· ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν τόνδʼ εἰσεδέξω τειχέων πείσασά με. Ἰοκάστη ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς· οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν. σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους. παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ, ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον· σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν. Πολυνείκης ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων· ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,