κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος; Πολυνείκης ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς. Ἰοκάστη τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν. Πολυνείκης Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός. Ἰοκάστη τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν; Πολυνείκης στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι. Ἰοκάστη ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα; Πολυνείκης κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας. Ἰοκάστη ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς; Πολυνείκης οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας. Ἰοκάστη πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν; Πολυνείκης δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός· ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ. πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ· τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. Χορός καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.