ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα. Ἰοκάστη καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν, τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; Πολυνείκης μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ. Ἰοκάστη τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; Πολυνείκης ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. Ἰοκάστη δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. Πολυνείκης τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. Ἰοκάστη καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. Πολυνείκης ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. Ἰοκάστη αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. Πολυνείκης καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ. Ἰοκάστη οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς; Πολυνείκης ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν. Ἰοκάστη πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; Πολυνείκης ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν. Ἰοκάστη φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν; Πολυνείκης εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς. Ἰοκάστη οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν; Πολυνείκης κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. Ἰοκάστη ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς. Πολυνείκης οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον. Ἰοκάστη πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες; Πολυνείκης ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα. Ἰοκάστη ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν. Πολυνείκης κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους. Ἰοκάστη καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον; Πολυνείκης οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην. Ἰοκάστη σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος; Πολυνείκης νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.