καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος. Πολυνείκης μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει, λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει. οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην, μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ, ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ, σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην, χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ· ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον. ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν. ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς . τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ, σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο; ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς; Ἰοκάστη κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος· οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ, κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ. ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν. ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα, δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα. Πολυνείκης ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·