σκότιʼ ἀμείβομαι. ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς ἀπήνας ὁμοπτέρου τᾶς ἀπο- ζυγείσας δόμων πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- έχων ἀνῇξε μὲν ξίφους ἐπʼ αὐτόχειρά τε σφαγάν, ὑπὲρ τέραμνά τʼ ἀγχόνας, στενάζων ἀρὰς τέκνοις· σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων σκότια κρύπτεται. σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴ κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν ξένοισιν ἐν δόμοις ἔχειν ξένον τε κῆδος ἀμφέπειν, ἄλαστα ματρὶ τᾷδε Λα- ίῳ τε τῷ παλαιγενεῖ, γάμων ἐπακτὸν ἄταν. ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις ὡς πρέπει ματέρι μακαρίᾳ· ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. ὄλοιτο, τάδʼ εἴτε σίδαρος εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, εἴτε τὸ δαιμόνιον κατεκώμασε δώμασιν Οἰδιπόδα· πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη. Χορός δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,