ἰὼ ἰώ· πότνια, μόλε πρόδομος, ἀμπέτασον πύλας. κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ; τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν θιγεῖν τʼ ὠλέναισιν τέκνου; Ἰοκάστη Φοίνισσαν βοὰν κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον, χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις προσεῖδον· ἀμφίβαλλε μα- στὸν ὠλέναισι ματέρος, παρηίδων τʼ ὄρεγμα βο- στρύχων τε κυανόχρωτα χαί- τας πλόκαμον, δέραν σκιάζων ἁμάν. ἰὼ ἰώ, μόλις φανεὶς ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις. τί φῶ σε; πῶς ἅπαντα καὶ χερσὶ καὶ λόγοισι πολυέλικτον ἁδονὰν ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα τέρψιν παλαιᾶν λάβω χαρμονᾶν; ἰὼ τέκος, ἔρημον πατρῷον ἔλιπες δόμον φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, ἦ ποθεινὸς φίλοις, ἦ ποθεινὸς Θήβαις. ὅθεν ἐμάν τε λευκόχροα κείρομαι δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν, ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον, δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε