κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ. ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι. ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα; ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα, ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν. ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι πέλας πάρεισι, κοὐκ ἔρημα δώματα. φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις. ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας Ἑλληνικοῖσι δώμασιν πελάζετε; Χορός Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον. μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας — ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας ἑπτάστομον πύργωμα Θηβαίας χθονός. Πολυνείκης πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου, ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως· καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς. Χορός ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων, ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο — Χορός γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ, τὸν οἴκοθεν νόμον σέβουσʼ — ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.