χορὸς γενοίμαν ἄφοβος παρὰ μεσόμφαλα γύαλα Φοί- βου Δίρκαν προλιποῦσα. Χορός νῦν δέ μοι πρὸ τειχέων θούριος μολὼν Ἄρης αἷμα δάιον φλέγει τᾷδʼ, ὃ μὴ τύχοι, πόλει· κοινὰ γὰρ φίλων ἄχη, κοινὰ δʼ, εἴ τι πείσεται ἑπτάπυργος ἅδε γᾶ, Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ. κοινὸν αἷμα, κοινὰ τέκεα τᾶς κερασφόρου πέφυκεν Ἰοῦς· ὧν μέτεστί μοι πόνων. Χορός ἀμφὶ δὲ πτόλιν νέφος ἀσπίδων πυκνὸν φλέγει σχῆμα φοινίου μάχης, ἃν Ἄρης τάχʼ εἴσεται παισὶν Οἰδίπου φέρων πημονὰν Ἐρινύων. Ἄργος ὦ Πελασγικόν, δειμαίνω τὰν σὰν ἀλκάν, καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖς ὃς μετέρχεται δόμους. Πολυνείκης τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο διʼ εὐπετείας τειχέων ἔσω μολεῖν. ὃ καὶ δέδοικα μή με δικτύων ἔσω λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα. ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον