ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα πώλοις μεταφέρων ἰθύνει. ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει; Παιδαγωγός Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. Ἀντιγόνη ἰώ, Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις· ὅδʼ ἐστίν, αἰχμαλώτιδας ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν Λερναίᾳ τε δώσειν τριαίνᾳ, Ποσειδανίοις Ἀμυμωνίοις ὕδασι δουλείαν περιβαλών — μήποτε μήποτε τάνδʼ, ὦ πότνια, χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος Ἄρτεμι, δουλοσύναν τλαίην. Παιδαγωγός ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν. ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν, χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς, φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ, σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων, πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν. Χορός Τύριον οἶδμα λιποῦσʼ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου Φοίβῳ δούλα μελάθρων,