ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας. ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς. Ἀντιγόνη τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς, οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας. Οἰδίπους ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- λίνικον οὐράνιον ἔβαν μειξο παρθένου κόρας αἴνιγμʼ ἀσύνετον εὑρών. Ἀντιγόνη Σφιγγὸς ἀναφέρεις ὄνειδος. ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν. τάδε σʼ ἐπέμενε μέλεα πάθεα φυγάδα πατρίδος ἄπο γενόμενον, ὦ πάτερ, θανεῖν που. ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας ἀπαρθένευτʼ ἀλωμένα. φεῦ τὸ χρήσιμον φρενῶν ἐς πατρός γε συμφορὰς εὐκλεᾶ με θήσει· τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων, ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, σκότια γᾷ καλύψω. Οἰδίπους πρὸς ἥλικας φάνηθι σάς. Ἀντιγόνη ἅλις ὀδυρμάτων ἐμῶν. Οἰδίπους σὺ δʼ ἀμφὶ βωμίους λιτὰς — Ἀντιγόνη κόρον ἔχουσʼ ἐμῶν κακῶν. Οἰδίπους ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς ἄβατος ὄρεσι μαινάδων. Ἀντιγόνη Καδμείαν ᾧ νεβρίδα