προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν. Ἀντιγόνη ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί. Οἰδίπους ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη. Ἀντιγόνη οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά. Οἰδίπους Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ; Ἀντιγόνη τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας. Οἰδίπους πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ. Ἀντιγόνη ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. Οἰδίπους ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός. Ἀντιγόνη ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί. Οἰδίπους νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται. Ἀντιγόνη ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά; Οἰδίπους ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον. Ἀντιγόνη ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται; Οἰδίπους ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ. ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί, ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς. Ἀντιγόνη ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν, πάτερ γεραιέ, πομπίμαν ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν. Οἰδίπους ἰδοὺ ἰδού, πορεύομαι· τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. Ἀντιγόνη γενόμεθα γενόμεθʼ, ἄθλιαί γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων. Οἰδίπους πόθι γεραιὸν ἴχνος τίθημι; βάκτρα πρόσφερʼ, ὦ τέκνον. Ἀντιγόνη τᾷδε τᾷδε βᾶθί μοι, τᾷδε τᾷδε πόδα τιθείς, ὥστʼ ὄνειρον ἰσχύν. Οἰδίπους ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς