ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν. σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. Ἀντιγόνη ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς. ὥς σε στενάζω τῶν τεθνηκότων πλέον· οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ, ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον· τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός; τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ; Κρέων Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε. Ἀντιγόνη ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. Κρέων πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν; Ἀντιγόνη οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα. Κρέων τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται; Ἀντιγόνη οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. Κρέων εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. Ἀντιγόνη οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. Κρέων καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. Ἀντιγόνη τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς; Κρέων ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται. Ἀντιγόνη ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. Κρέων σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. Ἀντιγόνη ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. Κρέων λάζυσθε τήνδε κἀς δόμους κομίζετε. Ἀντιγόνη οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ. Κρέων ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ.