οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ δουλεῦσαί τέ μοι δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην. εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ; τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ; ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι. ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι. ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον; πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον; ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς. οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς. Κρέων σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα. νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός. κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε· ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ