μαρναμένους ἐπὶ τραύμασιν, αἵματος ἤδη ψυχρὰν λοιβὰν φονίαν, ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης· χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι. πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν, ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς τάδε τελευτᾷ. Χορός πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος. Κρέων οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι· σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. Οἰδίπους ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ· ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ. ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ κτείνει με νομίσας πολέμιον πεφυκέναι· χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·