δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, πάτερ, οὐκέτι σοι τέκνα λεύσσει φάος οὐδʼ ἄλοχος, παραβάκτροις ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, ὦ πάτερ, ὤμοι. Οἰδίπους ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν. τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα. Ἀντιγόνη οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν, ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ ξίφεσιν βρίθων καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, ὦ πάτερ, ὤ μοι. Οἰδίπους αἰαῖ. Ἀντιγόνη τί τάδε καταστένεις, Οἰδίπους τέκνα. Ἀντιγόνη διʼ ὀδύνας ἔβας· εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων ἀελίου τάδε σώματα νεκρῶν ὄμματος αὐγαῖς σαῖς ἐπενώμας — Οἰδίπους τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ; Ἀντιγόνη δάκρυα γοερὰ φανερὰ πᾶσι τιθεμένα, τέκεσι μαστὸν ἔφερεν ἔφερεν ἱκέτις ἱκέτιν ὀρομένα. ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα λωτοτρόφον κατὰ λείμακα λόγχαις, κοινὸν ἐνυάλιον, μάτηρ, ὥστε λέοντας ἐναύλους,