ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, μονομάτορσιν ὀδυρμοῖς ἐμοῖς ἄχεσι συνῳδός; αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω μονάδʼ αἰ- ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν ἰαχήσω . τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί- τας σπαραγμοῖς ἀπαρχὰς βάλω; ματρὸς ἐμᾶς ἢ διδύμοι- σι γάλακτος παρὰ μαστοῖς ἢ πρὸς ἀδελ- φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν; ὀτοτοτοῖ λεῖπε σοὺς δόμους, ἀλαὸν ὄμμα φέρων, πάτερ γεραιέ, δεῖξον, Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ δώμασιν ἀέριον σκότον ὄμμασι σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν. κλύεις, ὦ κατʼ αὐλὰν ἀλαίνων γεραιὸν πόδʼ ἢ δεμνίοις δύ- στανος ἰαύων; Οἰδίπους τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ ποδὸς ἐξάγαγες ἐς φῶς λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- τροτάτοισιν δακρύοισιν, πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ νέκυν ἔνερθεν ἢ πτανὸν ὄνειρον;