πάνοπλος ἀμφέπει; Παιδαγωγός ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. Ἀντιγόνη ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν, ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων. Παιδαγωγός εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν· ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί. Ἀντιγόνη ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς πολυπόνῳ μοίρᾳ; ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον. Παιδαγωγός ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ὁρᾷς; Ἀντιγόνη ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα. ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι διʼ αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας δέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳ φυγάδα μέλεον. ὡς ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου . Παιδαγωγός ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς, ἔνσπονδος. Ἀντιγόνη οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ, ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς; Παιδαγωγός ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε· σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. Ἀντιγόνη ὦ λιπαροζώνου θύγατερ Ἀελίου Σελαναία, χρυσεόκυκλον φέγγος,