σκοτίαν αἰῶνα λαχόντων. Ἀντιγόνη οὐ προκαλυπτομένα βοτρυχώδεος ἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί- ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου, αἰδομένα φέρομαι βάκχα νεκύ- ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ- μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι. ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι· σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος — Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ αἵματι δεινῷ, αἵματι λυγρῷ. τίνα προσῳδὸν ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, ἀγκαλέσωμαι, τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα, ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος; ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, τᾶς ἀγρίας ὅτε δυσξυνέτου ξυνετὸν μέλος ἔγνω Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ἰώ μοί μοι, πάτερ, τίς Ἑλλὰς ἢ βάρβαρος ἢ τῶν προπάροιθʼ εὐγενετᾶν ἕτερος ἔτλα κακῶν τοσῶνδʼ αἵματος ἁμερίου τοιάδʼ ἄχεα φανερά; τάλαινʼ, ὡς ἐλελίζει — τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ