πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. Χορός φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω· τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός. Ἄγγελος ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά. ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον, ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ· ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε· Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος. θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι — καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.