κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ· στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ. ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν. ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης. καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ, σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος. Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας