βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς· ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα — δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν καθαιματῶσαι δεξιὰν νικηφόρον· — αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν. πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση, κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη, δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι· κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας· ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις, ὅπως σίδηρος ἐξολισθάνοι μάτην. εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν. Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί, πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,