στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον. Ἄγγελος ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους; Κρέων οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου. Ἄγγελος ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά. Κρέων πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί; Ἄγγελος οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον. Κρέων αἰαῖ· μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει. ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων; Χορός ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν. Κρέων οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ. Ἄγγελος εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά. Κρέων καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα; Ἄγγελος τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα. Χορός ἀνάγετʼ ἀνάγετε κωκυ- τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν. Κρέων ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι. Ἄγγελος τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα. ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.