ποῖ, παρθενῶνας ἐκλιποῦσʼ; Ἰοκάστη ἀνὰ στρατόν. Ἀντιγόνη αἰδούμεθʼ ὄχλον. Ἰοκάστη οὐκ ἐν αἰσχύνῃ τὰ σά. Ἀντιγόνη δράσω δὲ δὴ τί; Ἰοκάστη συγγόνων λύσεις ἔριν. Ἀντιγόνη τί δρῶσα, μῆτερ; Ἰοκάστη προσπίτνουσʼ ἐμοῦ μέτα. Ἀντιγόνη ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον. Ἰοκάστη ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος· θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι. Χορός αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ τρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰν ἔλεος ἔλεος ἔμολε μα- τέρος δειλαίας. δίδυμα τέκεα πότερος ἄρα πότερον αἱμάξει — ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ — ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν διʼ ἀσπίδων, διʼ αἱμάτων; τάλαινʼ ἐγὼ τάλαινα, πό- τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω; Χορός φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες, φόνιαι ψυχαὶ δορὶ παλλόμεναι πέσεα πέσεα δάιʼ αὐ- τίχʼ αἱμάξετον. τάλανες, ὅ τι ποτὲ μονομάχον ἐπὶ φρένʼ ἠλθέτην, βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν