αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά; τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, λέξαντες Ἀργείοισι Καδμείοισί τε ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον. Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ· ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε, Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ. ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην· κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος, ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ· ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι. ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται. ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις δισσοὶ γέροντος Οἰδίπου νεανίαι· φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην